Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
  2. σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
  3. τὸ μέν, ὅτι βασιλεὺς
  4. ἐσσὶ μεγαλᾶν πολίων,
  5. ἔχει συγγενὴς
  6. ὀφθαλμὸς αἰδοιότατον γέρας
  7. τεᾷ τοῦτο μιγνύμενον φρενί·
  8. μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
  9. εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
  10. δέδεξαι τόνδε κῶμον ἀνέρων,
  11. Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
  12. Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
  13. παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν·
  14. φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων·
  15. ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
  16. ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
  17. ἀφίκετο δόμους θεμισκρεόντων·
  18. ἀλλʼ ἀρισθάρματον
  19. ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
  20. ἀκηράτοις ἁνίαις