Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μεταβολαὶ λήξαντος οὔρου
  2. ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
  3. οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων
  4. θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς
  5. δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
  6. μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν.
  7. καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα,
  8. εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.
  1. ὁ πλοῦτος εὐρυσθενής,
  2. ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
  3. βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
  4. πολύφιλον ἑπέταν.
  5. ὦ θεόμορʼ Ἀρκεσίλα,
  6. σύ τοί νιν κλυτᾶς
  7. αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
  8. σὺν εὐδοξίᾳ μετανίσεαι
  9. ἕκατι χρυσαρμάτου Κάστορος·
  10. εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
  11. καταιθύσσει μάκαιραν ἑστίαν.
  12. σοφοὶ δέ τοι κάλλιον