Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
  2. τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
  3. ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω
  4. καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ
  5. κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
  6. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
  7. τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
  8. ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
  9. ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
  10. πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
  11. τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
  12. εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
  13. χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
  14. ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ
  15. ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν,
  16. ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
  17. ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους·
  18. οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί,
  19. ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας
  20. ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
  21. ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
  22. τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε·
  23. οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις
  24. Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
  25. Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
  26. καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
  27. ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
  28. ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.
  29. τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
  30. γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας
  31. ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
  32. δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
  33. δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι
  34. πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς
  35. ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν
  36. καταμιάναις εἰπὲ γένναν.
  37. τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
  38. ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
  39. πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
  40. εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
  41. οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
  42. οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
  43. οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
  44. Αἰόλῳ καὶ παισί, τιμάν.
  45. πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
  46. ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
  47. τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
  48. ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
  49. ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
  50. κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
  51. νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
  52. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
  53. ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
  54. Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
  55. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
  56. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
  57. ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
  58. ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
  59. γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
  60. καὶ κασίγνητοί σφισιν ἀμφότεροι
  61. ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
  62. ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
  63. εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
  64. μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,