Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
  2. τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος
  3. ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
  4. αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
  5. καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
  6. Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
  7. ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
  8. ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,