Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
  2. ἑὸν ἐρημώσαισα χῶρον.
  3. ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·
  4. χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
  5. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·
  6. ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
  7. εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
  8. τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.