Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. διανέμειν θεῖον Κυράνας
  2. ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
  3. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
  4. ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·
  5. καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς,
  6. εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·
  7. ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
  8. μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
  9. ἑὸν ἐρημώσαισα χῶρον.
  10. ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·
  11. χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
  12. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·
  13. ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
  14. εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
  15. τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
  16. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
  17. τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος
  18. ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
  19. αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
  20. καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν