Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
  2. ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι·
  3. ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
  4. κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων,
  5. ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει,
  6. τέλεσαν ἃν πλαγαὶ σιδάρου.
  7. μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα
  8. οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις.
  9. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
  10. ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον·
  11. ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ
  12. Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·
  13. ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
  14. καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
  15. σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
  16. ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
  17. τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
  18. ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
  19. νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
  20. σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου