Pythian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·
- ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
- καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
- σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
- ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
- τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
- ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
- νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
- σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
- διανέμειν θεῖον Κυράνας
- ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
- γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
- ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·
- καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς,
- εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·
- ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
- μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
- ἑὸν ἐρημώσαισα χῶρον.
- ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος·
- χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.