Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
  2. Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
  3. νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
  4. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
  5. ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
  6. τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ
  7. φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
  8. ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
  9. λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
  10. μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
  11. Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου
  12. κρέμασαν ἀγκύρας ὕπερθεν,
  13. χρυσέαν χείρεσσι λαβὼν φιάλαν
  14. ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
  15. κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους
  16. ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·
  17. ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
  18. φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι·
  19. ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν
  20. πιθόμενοι· κάρυξε δʼ αὐτοῖς