Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ
  2. τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
  3. ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
  4. τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
  5. πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
  6. τόξοισιν ὕπʼ Ἀρτέμιδος,
  7. εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος
  8. γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν
  9. ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
  10. πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
  11. καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
  12. οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν
  13. οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
  14. οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
  15. ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
  16. ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
  17. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
  18. ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
  19. μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
  20. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν