Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
  2. ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
  3. ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
  4. ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
  5. Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
  6. φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
  7. ἢ πατρὶ Πυθονίκῳ
  8. τό γέ νυν ἢ Θρασυδαίῳ·
  9. τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
  10. τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
  11. Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
  12. ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·
  13. Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν
  14. Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
  15. δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.