Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
  2. σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
  3. ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
  4. ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
  5. ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
  6. ἀλλοτρίαισι γλώσσαις·
  7. κακολόγοι δὲ πολῖται.
  8. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
  9. ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
  10. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
  11. ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
  12. μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
  13. Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
  14. Στρόφιον ἐξίκετο, νέα κεφαλά,
  15. Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει