Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
  2. Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
  3. ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
  4. ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
  5. θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας,
  6. Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
  7. ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
  8. στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
  9. ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν
  10. γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ,
  11. ἑπταπύλοισι Θήβαις
  12. χάριν ἀγῶνί τε Κίρρας,