Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τῶν δʼ ἕκαστος ὀρούει,
  2. τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·
  3. τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
  4. πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
  5. τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
  6. φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.
  7. πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
  8. καὶ νόος ὀρθός.
  9. ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι
  10. ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
  11. αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται
  12. πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.