Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
  2. Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
  3. ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
  4. γεύεται γὰρ ἀέθλων·
  5. στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
  6. διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
  7. Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·
  8. ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·
  9. τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
  10. Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
  11. Ἄρεος ὅπλοις·
  12. ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
  13. πέτραν κρατησίποδα Φρικίαν.
  14. ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
  15. ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
  16. τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν
  17. λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
  18. μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
  19. ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
  20. ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις