Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας
  2. καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι
  3. ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
  4. κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει
  5. οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
  6. ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος·
  7. σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
  8. ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
  9. οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
  10. νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
  11. εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
  12. ἀμφί οἱ ψαύσειε πέπλοις.
  13. ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
  14. παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
  15. ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
  16. φύλλʼ ἔπι καὶ στεφάνους·
  17. πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.
  1. ὄλβια Λακεδαίμων,
  2. μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς
  3. ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.