Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. παραγορεῖτο μή ποτε
  2. σφετέρας ἄτερθε ταξιοῦσθαι
  3. δαμασιμβρότου αἰχμᾶς.
  4. εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
  5. πρόσφορος ἐν Μοισᾶν δίφρῳ·
  6. τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
  7. ἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον
  8. τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν
  9. μίαν ἔργον ἀνʼ ἁμέραν.
  10. ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,
  11. ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·
  12. Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,