Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- νίκαν τριακοστὰν ἑλών·
- ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼν
- ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
- νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
- πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
- γήραος ἀντίπαλον.
- Ἀΐδα τοι λάθεται
- ἄρμενα πράξαις ἀνήρ.
- ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
- χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
- ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
- ἔστι δὲ καί τι θανόντεσσιν μέρος
- κὰν νόμον ἐρδομένων·
- κατακρύπτει δʼ οὐ κόνις
- συγγόνων κεδνὰν χάριν.
- Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
- Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
- κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
- ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
- ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.