Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαις
  2. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
  3. Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
  4. ἅρμα θοὸν τανύεν,
  5. ἀποπέμπων Αἰακὸν
  6. δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,
  7. καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
  8. τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
  9. εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
  10. μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
  11. καὶ Νεμέᾳ γὰρ ὁμῶς
  12. ἐρέω ταύταν χάριν,
  13. τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχαν
  14. ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
  15. εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
  16. κουφότεραι γὰρ ἀπειράτων φρένες.
  17. κεῖνα δὲ κεῖνος ἂν εἴποι
  18. ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
  19. ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
  20. νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων