Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι
  2. παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον
  3. Διὸς πρὸς ὄρνιχα θεῖον.
  4. ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
  5. ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι
  6. Ἀκράγαντι τανύσαις
  7. αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ
  8. τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον
  9. εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
  10. Θήρωνος. ἀλλʼ αἶνον ἔβα κόρος
  11. οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,
  12. τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς
  13. ἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,
  14. καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν
  15. τίς ἂν φράσαι δύναιτο;
  1. Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳ
  2. κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
  3. Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
  4. ἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον
  5. Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ