Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
  2. αἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον
  3. ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς
  4. ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
  5. ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων
  6. νᾶσος ὠκεανίδες
  7. αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
  8. τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,
  9. ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
  10. βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
  11. ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,
  12. πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
  13. Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·
  14. Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ
  15. λιταῖς ἔπεισε, μάτηρ·
  16. ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας
  17. ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,
  18. Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη
  19. ἔνδον ἐντι φαρέτρας
  20. φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων