Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὃς Ἕκτορʼ ἔσφαλε, Τροίας
- ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,
- Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη
- ἔνδον ἐντι φαρέτρας
- φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων
- χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι
- παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον
- Διὸς πρὸς ὄρνιχα θεῖον.
- ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
- ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι
- Ἀκράγαντι τανύσαις
- αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ
- τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον
- εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
- Θήρωνος. ἀλλʼ αἶνον ἔβα κόρος
- οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,
- τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς
- ἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,
- καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν
- τίς ἂν φράσαι δύναιτο;