Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἴσαις δὲ νύκτεσσιν αἰεί,
  2. ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
  3. ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
  4. οὐδὲ πόντιον ὕδωρ
  5. κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις
  6. θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
  7. αἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον
  8. ὅσοι δʼ ἐτόλμασαν ἐστρὶς
  9. ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
  10. ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων
  11. νᾶσος ὠκεανίδες
  12. αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
  13. τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,
  14. ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
  15. βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
  16. ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,
  17. πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
  18. Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·
  19. Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ
  20. λιταῖς ἔπεισε, μάτηρ·