Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺς
  2. ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·
  3. λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις
  4. ἐν μάχαις τε πολέμου
  5. τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·
  6. ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου
  7. ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
  8. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς
  9. γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸν
  10. Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων
  11. ἄγαγον. τὸ δὲ τυχεῖν
  12. πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
  13. ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν
  14. καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
  15. ἀστὴρ ἀρίζηλος, ἐτήτυμον
  16. ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
  17. ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες
  18. ποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ
  19. ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
  20. λόγον φράσαις ἀνάγκᾳ·