Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
  2. Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
  3. δαμασίφρονα χρυσόν.
  4. ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
  5. κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ
  6. καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,
  7. θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
  8. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
  9. ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
  10. φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
  11. ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
  12. σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων
  13. αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
  14. τοξόταν βάλλων γυναικεῖον στρατόν,
  15. καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
  16. διασωπάσομαί οἱ μόρον ἐγώ·
  17. τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
  18. ἐμὲ δʼ εὐθὺν ἀκόντων
  19. ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
  20. τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.