Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
  2. Ὀλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.
  3. Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοι
  4. ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
  5. ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
  6. τὰ δʼ Ὀλυμπίᾳ αὐτῶν
  7. ἔοικεν ἤδη πάροιθε λελέχθαι·
  8. τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·
  9. νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
  10. τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
  11. διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ
  12. ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσων
  13. μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
  14. Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος,
  15. ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
  16. ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
  17. πόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰ
  18. Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
  19. ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·
  20. Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.