Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
  2. Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.
  3. ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε
  4. ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
  5. περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
  6. οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
  7. ἕπεται δʼ ἐν ἑκάστῳ
  8. μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
  9. ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
  10. μῆτίν τε γαρύων παλαιγόνων
  11. πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν
  12. οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
  13. καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
  14. ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
  15. τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷ
  16. πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
  17. ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
  18. τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
  19. Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν
  20. εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν