Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
- ἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,
- ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
- ὕπατʼ εὐρὺ ἀνάσσων
- Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
- γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
- καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
- Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·
- δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
- πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν
- τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
- δύο δʼ αὐτὸν ἔρεψαν
- πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
- φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ.
- πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦ
- ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
- Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύλου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱ
- τωὐτοῦ κρανααῖς ἐνʼ Ἀθάναισι τρία ἔργα ποδαρκὴς
- ἅμερα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις,
- Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν