Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν
  2. ὅπα κῦμα κατακλύσσει ῥέον,
  3. ὅπα τε κοινὸν λόγον
  4. φίλαν τίσομεν ἐς χάριν.
  5. νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
  6. μέλει τέ σφισι Καλλιόπα
  7. καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
  8. Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
  9. Ἴλᾳ φερέτω χάριν
  10. Ἁγησίδαμος ὡς
  11. Ἀχιλεῖ Πάτροκλος.
  12. θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ
  13. πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·
  14. ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
  15. ἔργων πρὸ πάντων βιότῳ φάος.
  16. ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
  17. βωμῶν ἑξάριθμον ἐκτίσσατο,
  18. ἐπεὶ Ποσειδάνιον
  19. πέφνε Κτέατον ἀμύμονα,
  20. πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον