Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
  2. πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,
  3. ὅτι πρόσθε ποτὲ Τιρύνθιον
  4. ἔπερσαν αὐτῷ στρατὸν
  5. μυχοῖς ἥμενον Ἄλιδος
  6. Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
  7. Ἐπειῶν βασιλεὺς ὄπιθεν
  8. οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
  9. πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
  10. ἵζοισαν ἑὰν πόλιν.
  11. νεῖκος δὲ κρεσσόνων
  12. ἀποθέσθʼ ἄπορον.
  13. καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
  14. ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
  15. ὁ δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν
  16. λαίαν τε πᾶσαν Διὸς ἄλκιμος
  17. υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷ
  18. διέκρινε, τὸ δὲ κύκλῳ πέδον
  19. ἔθηκε δόρπου λύσιν,
  20. τιμάσαις πόρον Ἀλφεοῦ