Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ὀρσικτύπου Διός,
- ἐν ἅπαντι κράτει
- αἴθωνα κεραυνὸν ἀραρότα.
- χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
- τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
- ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
- ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·
- ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
- ἐπακτὸν ἀλλότριον,
- θνᾴσκοντι στυγερώτατος·
- καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
- Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν
- ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα
- γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·
- τρέφοντι δʼ εὐρὺ κλέος
- κόραι Πιερίδες Διός.
- ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
- Λοκρῶν ἀμφέπεσον μέλιτι
- εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου
- αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ