Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- βωμὸν παρʼ Ὀλύμπιον,
- κεῖνον κατὰ χρόνον
- ἰδέᾳ τε καλὸν
- ὥρᾳ τε κεκραμένον, ἅ ποτε
- ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.
- ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
- χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,
- ὀμβρίων παίδων νεφέλας.
- εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
- ὑστέρων ἀρχὰ λόγων
- τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
- ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
- οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
- γλῶσσα ποιμαίνειν ἐθέλει·
- ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
- ἴσθι νῦν, Ἀρχεστράτου
- παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
- κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
- ἁδυμελῆ κελαδήσω,
- Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.