Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. βωμῶν ἑξάριθμον ἐκτίσσατο,
  2. ἐπεὶ Ποσειδάνιον
  3. πέφνε Κτέατον ἀμύμονα,
  4. πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
  5. ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
  6. πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,
  7. ὅτι πρόσθε ποτὲ Τιρύνθιον
  8. ἔπερσαν αὐτῷ στρατὸν
  9. μυχοῖς ἥμενον Ἄλιδος
  10. Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
  11. Ἐπειῶν βασιλεὺς ὄπιθεν
  12. οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ