Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.
  2. ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς
  3. ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.
  4. ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·
  5. τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
  6. νῦν δʼ ἐν αἱμακουρίαις
  7. ἀγλααῖσι μέμικται,
  8. Ἀλφεοῦ πόρῳ κλιθείς,
  9. τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος
  10. τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
  11. Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
  12. ἀκμαί τʼ ἰσχύος θρασύπονοι·
  13. ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
  14. ἔχει μελιτόεσσαν εὐδίαν
  15. ἀέθλων γʼ ἕνεκεν. τὸ δʼ αἰεὶ παράμερον ἐσλὸν
  16. ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι