Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
καὶ οἱ πυλῶνεςαὐτῆς
οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξγὰρ οὐκ ἔσται ἐκεῖ·
καὶ
οἴσουσιν τὴν δόξανκαὶ τὴν τιμὴν
τῶν ἐθνῶνεἰς αὐτήν.
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ
οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆςτοῦ ἀρνίου.
καὶ ἔδειξέν μοι
ποταμὸν ὕδατος ζωῆςλαμπρὸν ὡς κρύσταλλον,
ἐκπορευό-
μενονἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
ἐν μέσῳτῆς πλατείας αὐτῆς· καὶ
τοῦ ποταμοῦ ἐντεῦθεν καὶ
ἐκεῖθεν ξύλον ζωῆςποιοῦν καρποὺς δώδεκα,
κατὰ
μῆναἕκαστον ἀποδιδοῦν
τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλατοῦ ξύλου
εἰς θεραπείαντῶν ἐθνῶν.
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι.καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
καὶ
ὄψονται τὸ πρόσωπον αὐτοῦ,καὶ τὸ ὄνομα ὰὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶ νὺξ οὐκ ἔσται ἔτι,
καὶ οὐκἔχουσιν χρείαν φωτὸς λύχνου καὶ
φῶς ἡλίου,ὅτι
Κύριος ὁ θεὸς φωτίσει[ἐπ’] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ
ἃ δεῖ γενέσθαιἐν τάχει·
καί
Ἰδοὺ ἔρχομαιταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
Καὶ λέγει μοι Μὴ
σφραγίσῃςτοὺς λόγους τῆς προφητείας
τοῦ βιβλίουτούτου,
ὁ καιρὸςγὰρ ἐγγύς ἐστιν.
ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
—
Ἰδοὺ ἔρχομαιταχύ,
καὶ ὁ μισθόςμου
μετ’ἐμοῦ,
ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργονἐστὶν
αὐτοῦ.
ἐγὼτὸ Ἄλφα καὶ τὸ Ὦ,
ὁ πρῶτος καὶ ὁ ἔσχατος,ἡ ἀρχὴ καὶ τὸ τέλος.
— Μακάριοι οἱ
πλύνοντες τὰς στολὰςαὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ
τὸ ξύλον τῆς ζωῆςκαὶ τοῖς πυλῶσιν
ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι
ἡ ῥίζακαὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωινός.
Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω Ἔρχου· καὶ
ὁ διψῶν ἐρχέσθω,ὁ θέλων λαβέτω
ὕδωρ ζωῆς δωρεάν.