Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι

τοὺς λόγους
τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις
ἐπιθῇ ἐπ’
αὐτά, ἐπιθήσει ὁ θεὸς
ἐπʼ αὐτὸν
τὰς πληγὰς
τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·

καὶ
ἐάν τις
ἀφέλῃ ἀπὸ
τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ
τοῦ ξύλου τῆς ζωῆς
καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ἔρχου, κύριε Ἰησοῦ.

Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ [Χριστοῦ] μετὰ τῶν ἁγίων.