Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ

ἐγένετο
ἡ βασιλεία αὐτοῦ
ἐσκοτωμένη,
καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,

καὶ ἐβλασφήμησαν

τὸν θεὸν τοῦ οὐρανοῦ
ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ

τὸν ποταμὸν
τὸν
528
μέγαν [τὸν] Εὐφράτην· καὶ
ἐξηράνθη τὸ ὕδωρ
αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν
ἀπὸ ἀνατολῆς ἡλίου.

Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς

βάτραχοι·

εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης

τοῦ θεοῦ τοῦ παντοκράτορος.
— Ἰδοὺ ἔρχομαι ὡς κλέπτης.

μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.

— καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἐβραϊστί Ἃρ

Μαγεδών.

Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· — καὶ ἐξῆλθεν

φωνὴ
μεγάλη
ἐκ τοῦ ναοῦ
ἀπὸ τοῦ θρόνου λέγουσα Γέγονεν·

— καὶ ἐγένοντο

ἀστραπαὶ καὶ φωναὶ
καὶ
βρονταί,
καὶ σεισμὸς ἐγένετο μέγας,
οἷος οὐκ ἐγένετο ἀφʼ οὗ
ἄνθρωποι
ἐγένοντο ἐπὶ τῆς γῆς
τηλικοῦτος σεισμὸς οὕτω μέγας,

καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ

Βαβψλὼν ἡ μεγάλη
ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ
τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ
τῆς ὀργῆς
αὐτοῦ·

καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.

καὶ

χάλαζα μεγάλη
ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπρυς· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι
μεγάλη
ἐστὶν ἡ πληγὴ αὐτῆς
σφόδρα.

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης

ἐπὶ ὑδάτων πολλῶν,

μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ
ἐμεθύσθησαν
οἱ κατοικοῦντες
τὴν γῆν ἐκ τοῦ οἴνου
τῆς πορνείας
αὐτῆς.

καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ

θηρίον
κόκκινον,
529
γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ καὶ
κέρατα δέκα·