Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ

ᾁδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦ
καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες
Μεγάλα
καὶ
θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί
σου,
ὁ βασιλεὺς τῶν αἰώνων·

τίς οὐ μὴ φοβηθῇ,
κύριε, καὶ
δοξάσει τὸ ὄνομά σου,
ὅτι μόνος
ὅσιος;
ὅτι
πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς

τῆς σκηνῆς τοῦ μαρτυρίου
ἐν τῷ οὐρανῷ,

καὶ ἐξῆλθαν οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς

ἑπτὰ πληγὰς
ἐκ τοῦ ναοῦ,
ἐνδεδυ-
μένοι λίθον
καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.

καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

527

καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ
ἐκ
τῆς δόξης
τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ,
καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς
τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ
ἑπτὰ πληγαὶ
τῶν ἑπτὰ ἀγγέλων.

Καὶ ἤκουσα μεγάλης

φωνῆς ἐκ τοῦ ναοῦ
λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις Ὑπάγετε καὶ
ἐκχέετε
τὰς ἑπτὰ φιάλας
τοῦ θυμοῦ
τοῦ θεοῦ
εἰς τὴν γῆν.

Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν·

καὶ ἐγένετο ἕλκος
κακὸν καὶ
πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους
τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν·

καὶ ἐγένετο αἷμα
ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς
ἀπέθανεν, τὰ ἐν
τῇ θαλάσσῃ.

Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς

τοὺς ποταμοὺς
καὶ τὰς πηγὰς τῶν ὑδάτων·
καὶ ἐγένετο αἷμα.

Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος

Δίκαιος εἶ, ὁ ὢν
καὶ ὁ ἦν, [ὁ]
ὅσιος,
ὅτι ταῦτα ἔκρινας,

ὅτι

αἷμα
ἁγίων καὶ προφητῶν
ἐξέχεαν,
καὶ αἷμα αὐτοῖς δέδωκας πεῖν· ἄξιοί εἰσιν.

Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος Ναί,

κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ
καὶ
δίκαιαι αἱ κρίσεις

σου.
Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί,

καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.