Funeral Oration

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως[*](ἔργων τῆς πόλεως Sauppe et Tell.) ὥσπερ προεῖπον[*](προεῖπον Blass.) φράσαι[*](φράσαι Kayser.) παραλείψω,[*](παραλείψω Buecheler: αλιφω S.) περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι. νῦν δὲ πόθεν ἄρξωμαι λέγων,[*](λέγων Sauppe.) ἢ τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;