Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν [*](Column 3) τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν[*](Col. 3 plerumque restituit Babington.) ὥρας διακρίνων εἰς τὸ πρέπον[*](εἰς τὸ πρέπον Blass.) καὶ καλῶς πάντα καθιστάς,[*](πάντα καθιστάς Cobet.) τοῖς δὲ ςώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων[*](σώφροσι usque ad ἄλλων Blass.) ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας[*](ἀδικίας Jensen: πλεονεξίας anon. ap. Babington.) ἅπασιν ἀπονέμουσα,[*](ἀπονέμουσα Kaibel: φυλάττουσα Blass.) τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.