Funeral Oration

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι[*](ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux.)· θυσίας μὲν ἀνθρώποις γιγνομένας[*](γιγνομένας Cobet.) ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων[*](τούτων Cobet.) οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.