Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἄξιον [*](Column 8) τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν[*](νομίζομεν Kayser: νομίζοιμεν S.) μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις---ἀνεκλείπτους[*](ἀνεκλείπτους plerique edd., qui lacunam indicant: ἂν ἐκλείπτους (verbum ignotum) S: post ἑκάστοις add. μὴ Colin.) ἑκάστοις καθεστάναι.