Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ[*](γάρ del. Kenyon.) με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.

συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν[*](συνήγαγεν Revillout.) ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ,[*](γάρ Diels.) ἔφη, τὸ[*](τὸ Diels.) ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς[*](καταβαλεῖς Kenyon.) τοῦ[*](τοῦWeil:τῇDiels.) Μίδου[*](Μίδου Revillout.) καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ[*](παρενοχλῇ Blass: σε ἐνοχλῇ Revillout.) μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ[*](παῖδα, ἔπειτʼ Blass (secundum Jensen': Μίδαν, εἶτʼ Kenyon.) αὐτοὶ μὴ[*](μὴ Blass.) ἐγχειρῶσι πονηρεύεσθαι[*](πονηρεύεσθαι Weil.) μηδὲν διὰ τὸν φόβον.[*](φόβον Kenyon.)

τὸ δὲ [*](Column 3) μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται[*](διαλυθήσεται Weil.) ῥᾳδίως.