Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν[*](ὑπερθαύμαστόν ci. Kenyon, qui tamen οὕτω θαυμαστόν habet: tantumθαυμαστόν Jensen.) με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε[*](διατετέλεκε Weil.) δὲ πορνοβοσκοῦσα ---εν---οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω[*](οὐδενὸς ἐλάττω Jensen: οὐ φαῦλον οὕτω Blass.) ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ[*](ὅπου καθʼin add. Jensen:ἥτις καθʼBlass:εἰ καθʼWeil.) ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ[*](τί οἴεσθʼ Kenyon.) αὐτὴν νῦν ἐννοεῖν,[*](ἐννοεῖν Jensen:ἐπιτελεῖν Weil.) προςλαβοῦσαν[*](προσλαβοῦσανKenyon.) συναγωνιστὴν Ἀθηνογένην, [*](Column 2) ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;