Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται[*](ῥηθήσεται Jensen:εἰρήσεται Kenyon.) γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου[*](ἀνθρώπου Blass: ἡμῶν τὴν Diels.) φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.[*](συνεργίαν Jensen:ποικιλίαν Kenyon: alii alia.) ἐκείνη γοῦν φενακίζουσα ἅπαντα[*](ἅπαντα Diels: τὰ μάταια Kenyon.) ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ[*](ὡς δὴ Diels: ἔτι Jensen.) εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.