In Defence of Lycophron

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

[*](Column 41)---καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων[*](κατηγόρων Fuhr:κατηγορούντων Kenyon.) καὶ τῶν ἀπολογουμένων καὶ ---[*](Desunt col. 41 versus fere viginti unus et col. 42 fere tota.)

[*](Column 43) τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, τί τοῦθʼ ἡμῖν λέγεις; μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ ---[*](Desunt col. 43 versus fere quindecim et col. 44 versus fere decem.)

[*](Column 44)οὐδὲ ὁ νόμος συγκατηγορεῖν[*](συγκατηγορεῖν Sauppe.) μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων[*](κρινομένων Boeckh, Sauppe.) ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω,[*](ἀναλώσω Babington.) ἐπʼ αὐτὴν τὴν ἀπολογίαν[*](ἀπολογίαν Boeckh, Sauppe.) πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον ---[*](Deest col. 45 fere tota.)

ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας ---

[*](Column 46)[*](Desunt col. 46 versus fere quindecim.)---ὁ Εὔφημος[*](Εὔφημος Blass.)---πρῶτον[*](πρῶτον Fuhr.)---ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος---ρος ὁ Φλυεύς,[*](ἐπειδὴ usque adΦλυεύς restituit Sauppe:ἐκεῖνος ὁ Χαρίσανδρος ὁ Φλυεύς Colin.)---ἐξ αὐτοῦ --- [*](Desunt col. 46 versus septem) [*](Column 47) ---ὅτι ἡ γυνὴ---τον καὶ το---ατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει,[*](ὥσπερ et γράφει Kenyon.) οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι,[*](τούτων εἶναι Jensen.) οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω[*](ἐγγυτάτω Boeckh.) γένους ἐξάγειν[*](κυοῦσαν usque ad ἐξάγειν plerumque restituit Blass.) τὸν Εὔφημον, ἀλλʼ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς ---[*](Desunt col. 48 versus fere viginti.) [*](Column 48) ---τὸν Εὔφημον--- ἐκώλυε---παρέχοντα[*](Εὔφημον et παρέχοντα Blass.)---μαρτυρίας[*](μαρτυρίας Boeckh.) ---

Pollux ii. 152οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι.

Pollux ix.. 137νωθρεύεσθαι

[*](Source is Pap. Ardenianus.)[*](Column 2) Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην.[*](Ἀρχεστρατίδην Babington.)

τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος[*](οὗτος Shilleto: αὐτὸς Schneidewin.) προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν,[*](ὁπόσοι et ἀποτίνειν Babington.) ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ[*](Ἀρίστωνος usque ad Θεομνήστῳ plerumque restituit Schneidewin.) δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ [*](Column 3) ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.

ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱ[*](οἱ add. Schneidewin.) οἰκεῖοι ἀπέστειλαν[*](ἀπέστειλανἐπέστειλαν Blass.) γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,[*](οἰκείων ἀκηκοέναι Babington.) ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει[*](πλησιάσει Schneidewin: πλησιάσῃ A.) Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.

ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς [*](Column 4) ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους[*](οἰκείους Babington.) τοὺς ἐμαυτοῦ εὐθὺς[*](εὐθὺς Blass: τότε Babington.) ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω,[*](λέγω Schneidewin: ἐρῶ Babington.) ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.[*](γεγραμμένα Babington.) ὅτι δὲ ψευδῆ[*](ψευδῆ Schneidewin.) ἐστιν, ῥᾴδιον οἶμαι[*](οἶμαι Caesar.) εἶναι ἅπασιν ἰδεῖν.[*](ἰδεῖν Caesar: γνῶναι Patakis.) τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος,

ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς[*](ἐστι et sq. Babington, sedτούτοις τοῖς Blass:τοιούτοις Babington.) λόγοις; ἀνάγκη γάρ,[*](ἀνάγκη γὰρ ἦν Sauppe:ἦν om. Blass.) ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, [*](Column 5) ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.

εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ[*](προσγυμναστοῦπρογυμναστοῦ Westermann.) αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ[*](οὔτʼ . . . οὔτʼ Sauppe:οὐκ . . . οὐδʼ Blass.) ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος;[*](πνιγόμενος Kenyon: ἀπαγόμενος Babington, Colin.) τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς [*](Column 6) αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ[*](καὶ Schneidewin: ἆρʼ Babington.) οὐκ ἂν ἀπέκτεινε[*](ἀπέκτεινεἀπεκώλυσε Colin.) τὸν λέγοντα;

τὸ δὲ κεφάλαιον[*](ἀπούων usque ad κεφάλαιον plerumque restituit Babington.) ἁπάντων,[*](ἁπάντων Sauppe.) ὡς[*](ὡς Blass:ὧν Colin.) καὶ μικρῷ πρότερον[*](πρότερον Sauppe.) εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ[*](τοῦτο usque adαὐτῇ Babington.) ὅπως ἐμμείνειεν[*](ἐμμείνειεν Herwerden: ἐμμενεῖ ἐν Schneidewin.) τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν[*](τὴν Babington: ὅμως Blass.) γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης[*](Ὀρέστης Blass.) ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;

ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ [*](Column 7) πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.

ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον[*](πρότεροντὸν πρότερον Colin: πρότεροι Patakis.) λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν [*](Column 8) ἀπολογουμένοις[*](ἀπολογουμένοις usque adδιαστρέφουσιν plerumque restituit Babington.) τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι,[*](ἀπολελεῖφθαι Schneidewin.) ἢ μὴ μεμνημένοις[*](ἢ et μεμνημένοις Shilleto.) τῶν[*](τῶνπερὶ τῶν Babington.) προκατηγορηθέντων, οἴησιν[*](οἴησιν Schneidewin:οὕτω δόξαν Blass.) καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.

πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι[*](τοῖς φεύγουσι Caesar.) προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν·[*](See note onἀπολογουμένοις above.) οἷον καὶ Ἀρίστων[*](Ἀρίστων Sauppe.) οὑτοσὶ ἐνεχείρησε[*](ἐνεχείρησε Schneidewin.) ποιῆσαι[*](ποιῆσαι Blass: που Kenyon.) ἐν τῇ κατηγορίᾳ,[*](κατηγορία Babington.) ὃς οὐδʼ[*](ὃς οὐδʼ Blass:οὐδʼ Kayser.) ἀπολαύειν[*](ἀπολαύειν Sudhaus: ἀπολογίαν Blass.) δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ[*](δίδωσι usque adκαὶ Blass.) συναπολογησομένων.[*](συναπολογησομένων Kayser.) διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται;[*](διὰ usque ad ἀπολογῶνται Blass: ἀπολογήσονται Fuhr.) πότερʼ οὐ δίκαιόν [*](Column 9) ἐστι[*](δίκαιόν ἐστι Sauppe.) τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;

σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ[*](καὶ add. Kayser:ἀκούειν del. Schneidewin.) κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, [*](Column 10) προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;

καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας[*](ἅπαντας Blass.) τοὺς νόμους[*](νόμους usque adτραγῳδίας plerumque restituit Babington.) εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι[*](ἐξῇ σοι Kayser.) τραγῳδίας[*](See note on νόμους above.) γράψαι εἰς τὴν[*](γράψαι εἰς τὴν Blass.) εἰσαγγελίαν οἵαςπερ[*](οἵασπερ Kayser.) νῦν γέγραφας, ὅς μʼ[*](ὅς μʼ Blass.) αἰτιᾷ ὅτι πολλὰς μὲν[*](πολλὰς μὲν Sauppe.) γυναῖκας ποιῶ[*](ποιῶ Blass.) ἀγάμους ἔνδον καταγηράσκειν,[*](ἀγάμους ἔνδον καταγηράσκειν Babington.) πολλὰς δὲ ςυνοικεῖν οἷς[*](πολλὰς usque ad οἷς Sauppe.) [*](Column 11) οὐ προσήκει παρὰ τοὺς νόμους.

οὐκοῦν[*](οὐκοῦν Babington: οὔκουν Schneidewin.) ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου[*](Postᾤου add. οὐ Kirchhoff.) προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;