In Defence of Lycophron

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱ[*](οἱ add. Schneidewin.) οἰκεῖοι ἀπέστειλαν[*](ἀπέστειλανἐπέστειλαν Blass.) γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,[*](οἰκείων ἀκηκοέναι Babington.) ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει[*](πλησιάσει Schneidewin: πλησιάσῃ A.) Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.

ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς [*](Column 4) ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους[*](οἰκείους Babington.) τοὺς ἐμαυτοῦ εὐθὺς[*](εὐθὺς Blass: τότε Babington.) ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω,[*](λέγω Schneidewin: ἐρῶ Babington.) ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.[*](γεγραμμένα Babington.) ὅτι δὲ ψευδῆ[*](ψευδῆ Schneidewin.) ἐστιν, ῥᾴδιον οἶμαι[*](οἶμαι Caesar.) εἶναι ἅπασιν ἰδεῖν.[*](ἰδεῖν Caesar: γνῶναι Patakis.) τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος,

ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς[*](ἐστι et sq. Babington, sedτούτοις τοῖς Blass:τοιούτοις Babington.) λόγοις; ἀνάγκη γάρ,[*](ἀνάγκη γὰρ ἦν Sauppe:ἦν om. Blass.) ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, [*](Column 5) ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.