Against Philocles
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι[*](λήψεσθαι Α corr. (2) N corr. (2): λήψεσθε Α pr. N pr.) διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν.
ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται[*](ἡγεῖται Baiter et Sauppe: αἱρεῖται codd.) καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν[*](τὴν om. N.) πεζὴν[*](πεζὴν Ν: πεζικὴν Α.) καὶ ναυτικὴν δύναμιν.