Against Philocles

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

οὐκ ἀποκτενεῖτε, ὦ Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶν[*](τῶν πολιτῶν om. A.) ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντα[*](καθιστάντα Stephanus: καθίσαντα codd.) πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς [ὅτι][*](ὅτι del. Maetzner.) τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, ἡ δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος ἢ λημμάτων[*](λημμάτων Ν: λήμματος Α.) ἕνεκα;

ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην[*](πρώτην Reiske: πρῶτον codd.) τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς[*](αὐτῆς Bekker: αὐτὴν codd.) γιγνομένην τιμωρίαν;