Against Philocles

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὅμως ἐτόλμησεν εἰς τοὺς εἰδότας ὑμᾶς ἐξεληλεγμένον ἑαυτὸν ἅπασι τούτοις ἔνοχον γεγενημένον ἐλθεῖν καὶ δεῖξαι ἑαυτόν, οὐ τῷ δικαίῳ πιστεύων, ὦ Ἀθηναῖοι,[*](ὦ Ἀθηναῖοι om. A.) — τί γὰρ τούτῳ δικαιοσύνης μέτεστιν; — ἀλλὰ τῇ τόλμῃ καὶ[*](καὶ add. A corr. (2)) τῇ ἀναιδείᾳ, ᾗ χρώμενος πρότερον μὲν ἠξίωσε καταφρονήσας ὑμῶν καὶ τῶν ἐν τῇ πόλει δικαίων τὰ χρήματα λαβεῖν, νυνὶ δὲ ἀπολογησόμενος ἥκει ὡς οὐδὲν τούτων διαπέπρακται· τοσοῦτον τῆς ὑμετέρας ῥᾳθυμίας καταπεφρόνηκε.

καὶ ὁ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις ἑνὸς[*](ἑνὸς hic add. Blass (iam post ἐναντίον Bake): ἑνί τινι pro ἐναντίον Lipsius.) ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν· ὁ δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρʼ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθʼ αὑτὸν μέρος ἅπαντʼ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸν[*](αὑτὸν Baiter et Sauppe: αὐτὸν codd.) γεγενημένης;